Acts 11

1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. 2
 ὅτε δὲ = WH Treg NA/NIV: || Καὶ ὅτε = RP
ὅτε δὲ ⸃ ἀνέβη Πέτρος εἰς
 Ἰερουσαλήμ = WH Treg NA/NIV: || Ἱεροσόλυμα = RP
Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
3λέγοντες ὅτι
 Εἰσῆλθες πρὸς … ἔχοντας καὶ συνέφαγες = NA/NIV: || Πρὸς … ἔχοντας εἰσῆλθες καὶ συνέφαγες = RP; || Εἰσῆλθεν πρὸς … ἔχοντας καὶ συνέφαγεν = WH Treg
Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες ⸃ αὐτοῖς.
4ἀρξάμενος
 δὲ = WH Treg NA/NIV: || δὲ ὁ = RP
δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·
5Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ· 6εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ· 7ἤκουσα δὲ
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ φωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
8εἶπον δέ· Μηδαμῶς, κύριε,
 ὅτι = WH Treg NA/NIV: || ὅτι πᾶν = RP
ὅτι κοινὸν ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
9ἀπεκρίθη δὲ
 φωνὴ ἐκ δευτέρου = Treg NA/NIV: || ἐκ δευτέρου φωνὴ = WH; || μοι φωνὴ ἐκ δευτέρου = RP
φωνὴ ἐκ δευτέρου ⸃ ἐκ τοῦ οὐρανοῦ· θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
10τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ
 ἀνεσπάσθη πάλιν = WH Treg NA/NIV: || πάλιν ἀνεσπάσθη = RP
ἀνεσπάσθη πάλιν ⸃ ἅπαντα εἰς τὸν οὐρανόν.
11καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν
 ἦμεν = WH Treg NA: || ἤμην = NIV RP
ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
12εἶπεν δὲ
 τὸ πνεῦμά μοι = WH Treg NA/NIV: || μοι τὸ πνεῦμά = RP
τὸ πνεῦμά μοι ⸃ συνελθεῖν αὐτοῖς μηδὲν
 διακρίναντα = WH Treg NA/NIV: || διακρινόμενον = RP
διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
13ἀπήγγειλεν
 δὲ = WH Treg NA/NIV: || τε = RP
δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ
 εἰπόντα = WH Treg NA/NIV: || εἰπόντα αὐτῷ = RP
εἰπόντα· Ἀπόστειλον εἰς
 Ἰόππην = WH Treg NA/NIV: || Ἰόππην ἄνδρας = RP
Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
14ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς οἶκός σου. 15ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτοὺς ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ. 16ἐμνήσθην δὲ τοῦ ῥήματος
 τοῦ = WH Treg NA/NIV: || [omit] = RP
τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
17εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν,
 ἐγὼ = WH Treg NA/NIV: || ἐγὼ δὲ = RP
ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
18ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ
 ἐδόξασαν = WH Treg NA/NIV: || ἐδόξαζον = RP
ἐδόξασαν τὸν θεὸν λέγοντες·
 Ἄρα = WH Treg NA/NIV: || Ἄρα γε = RP
Ἄρα καὶ τοῖς ἔθνεσιν θεὸς τὴν μετάνοιαν
 εἰς ζωὴν ἔδωκεν = WH Treg NA/NIV: || ἔδωκεν εἰς ζωὴν = RP
εἰς ζωὴν ἔδωκεν ⸃.

19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες
 ἐλθόντες = WH Treg NA/NIV: || εἰσελθόντες = RP
ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ πρὸς τοὺς
 Ἑλληνιστάς = WH RP NA: || Ἕλληνας = Treg NIV
Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.
21καὶ ἦν χεὶρ κυρίου μετ᾽ αὐτῶν, πολύς τε ἀριθμὸς
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
22ἠκούσθη δὲ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς
 οὔσης = WH Treg NA/NIV: || [omit] = RP
οὔσης ἐν
 Ἰερουσαλὴμ = WH Treg NA/NIV: || Ἱεροσολύμοις = RP
Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν
 Βαρναβᾶν = WH Treg NIV: || Βαρναβᾶν διελθεῖν = RP NA
Βαρναβᾶν ἕως Ἀντιοχείας·
23ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν
 τὴν = WH Treg NA/NIV: || [omit] = RP
τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας
 προσμένειν = Treg NA/NIV RP: || προσμένειν ἐν = WH
προσμένειν τῷ κυρίῳ,
24ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ. 25ἐξῆλθεν δὲ εἰς
 Ταρσὸν = WH Treg NA/NIV: || Ταρσὸν ὁ Βαρνάβας = RP
Ταρσὸν ἀναζητῆσαι Σαῦλον,
26καὶ εὑρὼν
 ἤγαγεν = WH Treg NA/NIV: || ἤγαγεν αὐτὸν = RP
ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ
 αὐτοῖς καὶ = WH Treg NA/NIV: || αὐτοὺς = RP
αὐτοῖς καὶ ⸃ ἐνιαυτὸν ὅλον συναχθῆναι
 ἐν = WH Treg NA/NIV: || [omit] = RP
ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε
 πρώτως = WH Treg NA/NIV: || πρώτον = RP
πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.

27Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 28ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν
 μεγάλην = WH Treg NA/NIV: || μέγαν = RP
μεγάλην μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην·
 ἥτις = WH Treg NA/NIV: || ὅστις καὶ = RP
ἥτις ἐγένετο ἐπὶ
 Κλαυδίου = WH Treg NA/NIV: || Κλαυδίου Καίσαρος = RP
Κλαυδίου.
29τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30 καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.



Copyright information for SBLG